Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.84 Joseph. AJ 13.89 (English) >>Joseph. AJ 13.93

13.87τοῦτο δὲ Ἀλέξανδρον ἀκούσαντα εἰς ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλεν καὶ παραχρῆμα ἐκ τῆς Φοινίκης εἰς Ἀντιόχειαν ἔσπευσεν, ἵνα τὰ ἐκεῖ πρὶν Δημήτριον ἐλθεῖν ἀσφαλῶς θῆται. 13.88κατέλιπεν δὲ τῆς κοίλης Συρίας Ἀπολλώνιον τὸν Τάον ἡγεμόνα, ὃς μετὰ πολλῆς δυνάμεως εἰς Ἰάμνειαν ἐλθὼν ἔπεμψε πρὸς Ἰωνάθην τὸν ἀρχιερέα, λέγων ἄδικον εἶναι μόνον αὐτὸν ἐπʼ ἀδείας ζῆν καὶ μετὰ ἐξουσίας οὐχ ὑποτασσόμενον τῷ βασιλεῖ· τοῦτο δʼ αὐτῷ παρὰ πάντων ὄνειδος φέρειν, ὅτι μὴ ὑποτάξειεν αὐτὸν τῷ βασιλεῖ. 13.89μὴ τοίνυν σαυτὸν ἐν τοῖς ὄρεσιν καθήμενος ἐξαπάτα νομίζων ἰσχὺν ἔχειν, ἀλλʼ εἰ θαρρεῖς τῇ σαυτοῦ δυνάμει καταβὰς εἰς τὸ πεδίον τῇ ἡμετέρᾳ στρατιᾷ συγκρίθητι, καὶ τὸ τέλος τῆς νίκης ἐπιδείξει τὸν ἀνδρειότατον. 13.90ἴσθι μέντοι γε τοὺς ἀρίστους ἐξ ἑκάστης πόλεως ἐμοὶ συστρατεύεσθαι· καὶ γὰρ δὴ τοὺς σοὺς προγόνους οἱ ἀεὶ νικῶντές εἰσιν οὗτοι. ποιήσῃ δὲ τὸν πρὸς ἡμᾶς ἀγῶνα ἐν τοιαύτῃ γῇ, ἐν λίθοις οὐκ ἔστιν ἀλλʼ ὅπλοις ἀμύνασθαι οὐδὲ τόπος εἰς ὃν ἡττώμενος φεύξῃ.” 13.91

Παροξυνθεὶς δʼ ἐπὶ τούτοις Ἰωνάθης μυρίους ἐπιλεξάμενος στρατιώτας ὥρμησεν ἐξ Ἱεροσολύμων μετὰ καὶ Σίμωνος τἀδελφοῦ, καὶ γενόμενος ἐν Ἰόππῃ στρατοπεδεύεται τῆς πόλεως ἔξω τῶν Ἰοππηνῶν ἀποκλεισάντων αὐτῷ τὰς πύλας· φρουρὰν γὰρ ἔνδον εἶχον ὑπὸ Ἀπολλωνίου κατασταθεῖσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.84 Joseph. AJ 13.89 (English) >>Joseph. AJ 13.93

Powered by PhiloLogic